Προσευχή στην Υπεραγία Θεοτόκο (Ιωάννου Δαμασκηνού)

Ανεσπερου φωτος η Γεννητρια,εξαγγελοντι προσχες μοι δεομαι.

Βερβορομαι γαρ και ρερυπωμαι και ζοφωδης ο ταλας γεγενημαι,
Γην εμιανα οιμοι ο αθλιος ταις πολλαις αμαρτιαις μου Δεσποινα.
Δια τουτο βοα νυν στεναζουσα κατ’εμου προς κριτην τον
αδεκαστον.

Επιφερουσα οικοι και μαρτυρας,ουρανον συν τοις αστροις και ηλιον
Ζαλην δε λογισμων με κατελαβε και βυθιζει λοιπου προς απογνωσιν
Η ψυχη μου τω τρομο συνεχεται αναμενουσα φευ την αποφασιν.
Θεοτοκε την πασαν ελπιδα μου επι σε ανεθεμην ο αθλιος.

Ιδε ποσης αισχυνης πεπληρωται του οικετου σου οιμοι το προσωπον.
Και δυσωπει απαυστως ον ετεκες,οικτιρησαι καμε τον αναξιον.

Λυσον μονη δεσμους τους αλυτους μου λυτρωτην η τω κοσμω κυησασα

Μελανθεντα και σκοτος γενομενον,μετανοιας με δακρυσι λευκανον.

Νεκρωθεντα πολλη ραθυμια με,την ζωην μου η τεξασα εγειρον.


Ξενωθεντα Θεου και Αγγελωνμε,προς αυτους επαναγαγε αυθις δε.

Οντως θαυμα φρικτον,πως υπεμεινε τας εμας αμαρτιας ο Κυριος.

Πως ευθυς εις πυθμενα του αδου με ου κατηγαγε ζωντα τον αθλιον.
Ραβδον πως ου κατεπεμψεν ανωθεν αφανως η ρομφαιαν παταξαι με.

Συ δε παντως ταις σαις παρακλησεσι την ζωην εδωρησω μοι Δεσποινα.

Την εμην εκζητουσα μετανοιαν,ην αυτη μοι παρασχου τω δουλω σου

Υπεραγαθε συ γαρ και τειχος μου και λιμην και οχυρωμα πεφυκας
Φως μοι λαμψον του θειου προσωπου σου, εν νυκτι αμελειας καθευδοντι

Χαρισαι μοι κατανυξιν Δεσποινα στεναγμους ασιγητους και δακρυα

Ψυχικας μου κηλιδας αποπλυνον και τελειαν μοι δωρησαι αφεσιν.

Ως βροτος θεοφορος υπαρχουσα και Θεον βροτοφορον κυησασα

Ιδοιμι σε Μαρια Παναχραντε νοεροις οφθαλμοις, και χαρησομαι

Ω ισχυς ω ελπις ακαταισχυντε,ω ζωη και γλυκυ φως του δουλου σου.

Απο γλωττης βεβηλου και στοματος ρυπαρου την ευχην ταυτην προσδεξαι.

Νυν καιρος βοηθειας και σωσον με,εκ παθων και πταισματων και θλιψεων.

Νυν χαριτωσαν Αγγελοι,Δεσποινα επ’εμε και δικαιων τα πνευματα.

Οπως αν ευχαριστως δοξαζω σου γεγηθως το παναγιον ονομα.

ΥΠΕΡΥΜΝΗΤΕ δυνασαι οιδα γαρ προς Θεον οσα θελεις ον ετεκες
ΑΜΗΝ

 

Advertisements

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Αρέσει σε %d bloggers: